Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.248 Joseph. BJ 5.254 (English) >>Joseph. BJ 5.260

5.252κατεῖχεν δʼ μὲν Σίμων τήν τε ἄνω πόλιν καὶ τὸ μέγα τεῖχος ἄχρι τοῦ Κεδρῶνος τοῦ τε ἀρχαίου τείχους ὅσον ἀπὸ τῆς Σιλωᾶς ἀνακάμπτον εἰς ἀνατολὴν μέχρι τῆς Μονοβάζου κατέβαινεν αὐλῆς· 5.253βασιλεὺς δʼ οὗτος ἦν τῶν ὑπὲρ Εὐφράτην Ἀδιαβηνῶν· κατεῖχε δὲ καὶ τὴν πηγὴν καὶ τῆς Ἄκρας, αὕτη δʼ ἦν κάτω πόλις, τὰ μέχρι τῶν Ἑλένης βασιλείων τῆς τοῦ Μονοβάζου μητρός, 5.254 δʼ Ἰωάννης τό θʼ ἱερὸν καὶ τὰ πέριξ ἐπʼ οὐκ ὀλίγον τόν τε Ὀφλᾶν καὶ τὴν Κεδρῶνα καλουμένην φάραγγα. τὸ μεταξὺ δὲ τούτων ἐμπρήσαντες τῷ πρὸς ἀλλήλους πολέμῳ χώραν ἀνεῖσαν· 5.255οὐδὲ γὰρ πρὸς τοῖς τείχεσιν ἐστρατοπεδευμένων Ῥωμαίων ἔνδον στάσις ἠρέμει, βραχὺ δὲ πρὸς τὴν πρώτην ὑπονήψαντες ἐκδρομὴν ἀνενόσουν καὶ κατὰ σφᾶς πάλιν διαστάντες ἐμάχοντο, τὰ κατʼ εὐχήν τε πάντα τοῖς πολιορκοῦσιν ἔπραττον. 5.256οὔτε γοῦν αὐτοί τι χεῖρον ὑπὸ Ῥωμαίων ἔπαθον ὧν ἀλλήλους ἔδρασαν, οὔτε μετὰ τούτους πόλις ἐπειράθη καινοτέρου πάθους, ἀλλʼ μὲν χαλεπώτερόν τι πρὸ τοῦ πεσεῖν ἠτύχησεν, οἱ δʼ ἑλόντες αὐτὴν κατώρθωσάν τι μεῖζον. 5.257φημὶ γὰρ ὡς τὴν μὲν πόλιν στάσις, Ῥωμαῖοι δʼ εἷλον τὴν στάσιν, ἥπερ ἦν πολὺ τῶν τειχῶν ὀχυρωτέρα· καὶ τὸ μὲν σκυθρωπὸν τοῖς οἰκείοις, τὸ δίκαιον δʼ ἄν τις εὐλόγως Ῥωμαίοις προσγράφοι. νοείτω δὲ ὅπῃ τοῖς πράγμασιν ἕκαστος ἄγεται.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.248 Joseph. BJ 5.254 (English) >>Joseph. BJ 5.260

Powered by PhiloLogic